[ ]
Att. — stoich. 34 — 307/6-304/3
[— — — — — — — — — — — — — — δεδόχθαι τῶ]- | |
1 | [ι δήμωι ἐπ]αινέσαι Ἀσκληπιάδην ․․․8․․․․ |
[Βυζάντι]ον εὐνοίας ἕνεκα καὶ φιλ[οτιμίας] | |
[τῆς εἰς τ]οὺς βασιλεῖς καὶ τὸν δῆ[μον τὸν Ἀθ]- | |
[ηναίων] καὶ τοὺς ἄλλους Ἕλληνας [καὶ στεφα]- | |
5 | [νῶσαι α]ὐτὸν χρυσῶι στεφάνωι ἀπὸ [χιλίων δ]- |
[ραχμῶν] καὶ ἀνειπεῖν τὸν στέφανον [Διονυσ]- | |
[ίων τῶν] μεγάλων τραγωιδῶν τῶι ἀγῶν[ι. εἶνα]- | |
[ι δὲ αὐτ]ῶι καὶ προεδρίαν ἐν ἅπασ[ι τ]ο[ῖς ἀγῶ]- | |
[σι οἷς ἡ] πόλις τίθησι. ὅπως <δ’> ἂν εἰδῶ[σι ἅπαντ]- | |
10 | [ες ὅτι] ὁ δῆμος ὁ Ἀθηναίων μέμνηται κα[ὶ χάρι]- |
[ν ἀποδ]ίδωσιν ὑφ’ ὧν ἂν εὖ πάθει καὶ τιμ[ᾶι ἐν] | |
[παντὶ] κ[αι]ρῶι ἀξίως τῶν εὐεργεσιῶν, στῆσ[α]- | |
[ι τὸν δ]ῆμον εἰκόνα χαλκῆν ἐν Βυζαντίωι Ἀσ- | |
[κληπι]άδου ἀπὸ τρισχιλίων δραχμῶν καὶ στ- | |
15 | [εφανῶ]σαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ χιλ[ί]- |
[ων δρα]χμῶν· ὅπως δ’ ἂν ὅ τε στέφανος ἀναγορε- | |
[υθεῖ] ἐν Βυζαντίωι καὶ ἡ εἰκὼν σταθεῖ ἡ Ἀσκ- | |
[ληπι]άδου χειροτονῆσαι τὸν δῆμον τρεῖς ἄ- | |
[δνρα]ς ἐξ Ἀθηναίων ἁπάντων, οἵτινες ἀφικό- | |
20 | [μενοι] εἰς Βυζάντιον ἀξιώσουσιν τὸν δῆμο- |
[ν τὸν Βυ]ζαντίων ψηφίσασθαι τὸν στέφανον | |
[ἀναγορε]ῦσαι ἐν τῶι θεάτρωι Διονυσίων [τῶ]- | |
[ι ἀγῶνι κ]αὶ τὴν εἰκόνα στῆσαι τὴν Ἀσκλη[πι]- | |
[άδου ἐν τ]εῖ ἀγορᾶι ἣν ὁ δῆμος ὁ Ἀθηναίων ․․ | |
25 | [․․6․․․ε]ν αὐτοῦ καὶ διδάσκειν αὐτοὺς [ὅτι] |
[ταῦτα πρ]άττοντες χαριοῦνται τῶι [δήμωι, τ]- | |
[ῆς δὲ ποι]ήσεως τοῦ στεφάνου καὶ τ[ῆς εἰκόν]- | |
[ος ἐπιμε]λη[θ]ῆναι τὸν ἐπὶ τεῖ διο[ικήσει με]- | |
[τὰ τῶν αἱ]ρεθέντων πρέσβεων· δο[ῦναι δ’ ἑκάσ]- | |
30 | [τωι τῶν α]ἱρεθέντων πρέσβεω[ν ἐφόδιον τὸν] |
[ταμίαν τ]οῦ δήμου πεντήκον[τα δραχμὰς ἐκ τ]- | |
[ῶν εἰς τὰ] κατὰ ψηφίσματα [ἀναλισκομένων τ]- | |
[ῶι δήμωι]. ἀναγράψαι [δ]ὲ τ[όδε τὸ ψήφισμα τὸν] | |
[γραμματ]έα τὸν κατ[ὰ πρυτανείαν ἐν στήλει] | |
35 | [λιθίνει] καὶ στῆσ[αι ἐν ἀκροπόλει, εἰς δὲ τὴ]- |
[ν ἀναγρα]φὴν τῆς [στήλης δοῦναι τὸν ταμίαν] | |
[τοῦ δήμο]υ τρι[άκοντα δραχμὰς ἐκ τῶν εἰς τὰ] | |
[κατὰ ψηφ]ίσμ[ατα ἀναλισκομένων τῶι δήμωι]. | |
vacat 0.015 |