[ ]
Att. — stoich. 23 — 306/5 vel p.
[— — — — — — — — — — τῆς πρυτ]- | |
1 | ανε[ίας· ἐκκλησία κατὰ ψήφισ]- |
μα δήμου· τῶν πρ[οέδρων ἐπεψή]- | |
φιζεν Ἀντιμένη[ς Κηφισιεὺς] | |
καὶ συμπρόεδροι· ἔ[δοξεν τῶι] | |
5 | δήμωι· vv Φιλέας Φι[λ]ον[αύτ]ο[υ] |
Παλληνεὺς εἶπεν· ἐ[π]ειδὴ Εὐξ- | |
ενίδης διατελεῖ [ε]ὔνους ὢν τ- | |
ῶι δήμωι τῶι Ἀθην[α]ίων καὶ τά- | |
ς τε εἰσφορὰς ἁπ[άσ]ας ὅσας ἐψ- | |
10 | ήφισται ὁ δῆμος ε[ἰ]σενεγκεῖ- |
ν τοὺς μετοίκους ε[ὐ]τάκτως [ε]- | |
ἰσενήνοχεν καὶ ἐν τῶι πολέ[μ]- | |
ωι τῶι πρότερον ἐθελοντὴς [ν]- | |
αύτας δώδεκα ἐνεβίβασεν κα- | |
15 | ὶ νῦν εἰς τοὺς καταπάλτας ν[ε]- |
[υ]ρὰς ἐπέδωκεν καὶ ὅσα ἐπετά- | |
χθη αὐτῶι ὑπὸ τῶν στρατηγῶν | |
καὶ τῶν ταξιάρχων ἅπαντα πρ- | |
οθύμως ὑπηρέτηκεν καὶ τὰ ἄ[λ]- | |
20 | λα διατελεῖ φιλοτιμούμεν[ο]- |
σ εἰς τὴν βουλὴν καὶ τὸν δῆμο- | |
ν τὸν Ἀθηναίων· δεδόχθαι τῶι | |
δήμωι, ἐπαινέσαι Εὐξενίδην | |
Εὐπόλιδος Φασηλίτην καὶ στ- | |
25 | εφανῶσαι θαλλοῦ στεφάνωι ε- |
[ὐ]νοίας ἕνεκα καὶ φιλοτιμία- | |
[ς] τῆς εἰς τὸν δῆμον καὶ εἶναι | |
[αὐτὸ]ν ἰσοτελῆ καὶ αὐτὸν καὶ | |
[ἐκγόνους καὶ ο]ἰκίας αὐτοῖς | |
30 | [εἶναι ἔγκτησιν Ἀθήν]ησιν ὅπ- |
— — — — — — — — — — — — — — — |