[ ]
Lyd. — Maionia (Gokçeoren-Menye) — ca. 100 BC — EA 6 (1985) 55, 1
1 | Ἕρμιππος Ἑρμογένου καὶ Τατιὰς Μενεκράτην |
τὸν υἱὸν καὶ Ἑρμογένης καὶ Ποσιδώνιος καὶ | |
Σωκράτης καὶ Διόδωρος καὶ Μενέστρατος | |
καὶ Ἀμμιὰς καὶ Μελιτίνη τὸν ἀδελφὸν | |
5 | ἐτείμησαν. |
ὤνθρωπ’, εἰ καί σοι δολιχὴ μετέπειτα κέλευθος | |
ἄνυται, ἄθρησον τὴν ἐπὶ μοι λίθακα, | |
ἣ φράζει, τίνος εἰμί, καὶ οὔνομα, χὤτι με τύμβῳ | |
ὠκύμορον Σκόλ̣λον θήκαθ’ ὁ γεινάμενος | |
10 | Ἕρμιππος θαλέθοντα παρήϊα· τὴν δολιχὴν δὲ |
ἐννέα δὶς πλήσας εἱνάδας οἶμον ἔβην. | |
πέντε δὲ καλλείπω γνωτούς, ὧν τηλόθεν εἴη | |
Μοῖρα καὶ ἡ δνοφερὴ εἰς Ἀΐδα κάθοδος. |