[ ]
Lyd. — Maionia (Gokçeoren-Menye) — ca. 100 BC — EA 6 (1985) 55, 1
| 1 | Ἕρμιππος Ἑρμογένου καὶ Τατιὰς Μενεκράτην |
| τὸν υἱὸν καὶ Ἑρμογένης καὶ Ποσιδώνιος καὶ | |
| Σωκράτης καὶ Διόδωρος καὶ Μενέστρατος | |
| καὶ Ἀμμιὰς καὶ Μελιτίνη τὸν ἀδελφὸν | |
| 5 | ἐτείμησαν. |
| ὤνθρωπ’, εἰ καί σοι δολιχὴ μετέπειτα κέλευθος | |
| ἄνυται, ἄθρησον τὴν ἐπὶ μοι λίθακα, | |
| ἣ φράζει, τίνος εἰμί, καὶ οὔνομα, χὤτι με τύμβῳ | |
| ὠκύμορον Σκόλ̣λον θήκαθ’ ὁ γεινάμενος | |
| 10 | Ἕρμιππος θαλέθοντα παρήϊα· τὴν δολιχὴν δὲ |
| ἐννέα δὶς πλήσας εἱνάδας οἶμον ἔβην. | |
| πέντε δὲ καλλείπω γνωτούς, ὧν τηλόθεν εἴη | |
| Μοῖρα καὶ ἡ δνοφερὴ εἰς Ἀΐδα κάθοδος. |