[ ]
Lyd. — Hypaipa (Günlüce-Datbey) — 301 AD — RA 6 (1885.2) 110, 2 — Chiron 10 (1980) 533-536
| 1 | — — —οα․υ․․․․․․․․․ωλπ․․․αει— — — |
| [ἐξ(?)]ακόσια καὶ εἰς ἐναγισμὸν δὲ τοῦ ὑ[οῦ] | |
| ἐὰν ταφῇ ἐν τῷ ἡρῴῳ βούλομαι ταῦτα δίδ[ο]- | |
| σθαι καὶ ἀναλίσκεσθαι ἀπὸ τῆς αὐτῆς συ[ν]- | |
| 5 | κτήσεως τῆς κάτω δηλουμένης καὶ ἐπὶ |
| ταῖς αὐταῖς αἰρέσεσιν· ἔτι βούλομαι ἐὰν | |
| ἐνταφῇ ὁ ὑός μου καὶ ἀνδριάντας μαρμα- | |
| ρίνους τοῦ ὑοῦ μου ἀφροδεισιακοὺς ἀ- | |
| νασταθῆναι πρὸ τοῦ ἡρῴου τῆς θύρας | |
| 10 | ἑκατέρωθεν, ἅστινας διανομὰς οὕτω |
| δεδόσθαι τῇ πόλει καὶ δι’ ἐκείνης τῇ βου- | |
| λῇ βούλομαι ἐὰν τὴν πρόνοιαν τοῦ ἡρῴο[υ] | |
| [τούτ]ου καὶ τῶν λοιπῶν ὡς προγέγραπται | |
| [ἐν ἀϊδ]ίῳ χρόνῳ εἰς αὐτὴν ἡ [ἐπι]μέλεια | |
| 15 | — — — |