[ ] Lyd. — Daldis (Nardi Kalesi) — 262/263 AD — Talanta 10-11 (1978/79) 76, 2
1 ἔτους σϟγʹ, μη(νὸς) Αὐδναίου
ζʹ· Εὐτύχης Μητροδώ-
ρας ἐμνήσθη τῆς γλυ-
κυτάτης συνβίου Νει-
5 κοφορίδος καὶ κατεσ-
κεύασεν τὸ μνημεῖ-
ον· ἄλλῳ δὲ οὐδενὶ δι-
οίσει εἰ μή τι τῷ Εὐτύ-
χει. εἰ δέ τις ἕτερος βι-
10 άσεται, θήσει ἰς τὸ ἱε-
ρότατον ταμεῖον δηνά-
ρια ἑπτακόσια πεντήκον-
τα. χαῖρε.
Search Help
Contact Us