[ ]
Pamph. — Attaleia (Antalya) — 911-912 AD — BCH 7.1883.266,9 — Belleten 22.1958.43,41 — Grégoire 302
| 1 | ☩ ἀεὶ προνοίᾳ πατρικῇ κεχρημένος |
| ὡς οἷα τέκνοις πᾶσι τοῖς ὑπηκόοις, | |
| ὁ παγγάληνος εὐσεβὴς αὐτοκράτωρ | |
| Λέων σὺν υἱῷ τῷ γλυκεῖ Κωνσταντίνῳ | |
| 5 | καὶ πάντα πράττ[ε]ιν [σ]υμπαθῶς ΙΙΙΙ[․․]ΙΙμένος {²not [ε]ἰ[θισ]μένος}² |
| ὡς τῆς ἁπάντων φροντίσαι σωτηρίας, | |
| καὶ τήνδε σώζων τὴν φιλόχριστον πόλιν, | |
| σοφῶς κατωχύρωσε τείχει δευτέρῳ | |
| δεικνὺς ἑαυτῆς μᾶλλον ἀσφαλεστέραν | |
| 10 | ἐχθρῶν τε πάσης μηχανῆς ἀνωτέραν. |
| καὶ χεὶρ μὲν ἡ μόναρχος ἔργου προστάτις | |
| ὡς καὶ χορηγὸς τῶν καλῶν καὶ δεσπότις. | |
| Εὐφήμιος δὲ τοῦ Κράτους μυστόγραφος | |
| θερμῶς ὑπουργῶν εὐφυὴς ἐπιστάτης. |