[ ] Lykao. — Amblada (Hisar Tepesi): Kızılça — ca. 160 BC — Swob., Denkm.Lyk. 33,74/5 — OGIS 751, Welles 54
1 Ἄτταλος Ἀμλαδέων τῆι πόλει καὶ τοῖς γεραιοῖς [χα]ίρει[ν]·
οἱ παρ’ ὑμῶν πρεσβευταὶ Ὀπρασάτης Κιλα[․․․․․․․․․]-
νου, Ναλαγλόας Κιλαρίου, Μεννέας συνμείξ[αν]τε[ς ἡμ]ῖν
[κ]αὶ [δι]αλεγέντε[ς] περὶ ὧν ἐνετετάλ[κ]ειτε αὐτοῖς ἠξίουσα[ν]
5 ὅμηρά τε ὑμῶν ἀπολυθῆναι [κ]αὶ ἐν τῶι Γαλατικῶι πολέμωι
ἃς προσωφείλετε δραχμὰς ἐνακισχιλίας ἐπισκευ[ῆς ἕκε]-
[κ]ε καὶ ἀπὸ τῶν δύο ταλάντων ἃ τελεῖτε κατ’ ἐνιαυτὸν [κου]-
φίσαι ὑμᾶς, ἐπεὶ θλιβέντες ἐμ πλείοσιν ἀσθενῶς [νῦν ἔ]-
χετε. θεωρῶν οὖν ὑμᾶς μετανενοηκότας τε ἐπὶ τοῖ[ς]
10 προημαρτημένοις καὶ τὰ ἐπιστελλόμενα ὑφ’ ἡμῶν
προθύμως ἐπιτελοῦντας πρόνοιαν ὑμῶν ἔ[σχον καὶ]
χαρισάμενος τῶι τε Ὀπρασάτ[ηι] καὶ τῆι πό[λει προσ]-
τέταχα ἀφελεῖν ἀπὸ τοῦ φόρου κα[ὶ] τε[λέ]σ[ματ]ος
[δραχ]μὰς τρισχιλίας καὶ ἄλλας δραχμὰς ἐνακισχιλίας [ἃς]
15 [προσ]ωφείλετε ἡμῖν. ἀπέλυσα δὲ καὶ ὅ[μηρ]α ὑμῶν
[— — —]
Search Help