[ ] Saronic Gulf — Aigina — 5th/6th c. AD
1 ☩ τυτθὸν γ̣ε̣υσαμένη βιότου
   φωτὸς ἐνθάδε κεῖμα̣ι
    καὶ σφετέρ̣ω̣ν τοκέων
    παῦσ̣α παραι<φασ>ίην.
5    ἀλλ’ ἔμπης, ψυχή, μέγα
   γήθεο̣· δίκ̣τυα λυγρὰ
    καὶ γοερὰς παγίδας
    προὔφυγον ἀμπλακίης. ☩
                        vacat
9    ἐτελ̣ειώθ̣η̣ ἡ̣ δούλη̣ τοῦ θ(εο)ῦ
10    Μ̣αρία̣ ἡ κ(αὶ) Π̣ατρικία μ(ηνὸς) Ἀπρηλ(ίου) ιʹ,
   ἰνδ(ικτίωνος) βʹ, οὖσα ἐτῶ̣ν ϛιʹ.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants