[ ] Phryg. — Apameia (Dinar) — BCH 17.1893.302,2 — CB 300, p.466; IGR 4.785
1 ἡ βουλὴ κ(αὶ) ὁ δῆμος κ(αὶ) οἱ κατο-
ικοῦντες Ῥωμαῖοι ἐτείμη-
σαν ταῖς ἀρίσταις τειμαῖς Μ.
Αὐρ. Ἀρίστωνα Εὐκλαιανὸν,
5 ἄνδρα ἀγαθὸν καὶ ἐκ προγό-
νων εὐεργέτην γενόμενον τῆς
πατρίδος κ(αὶ) ἐν πᾶσι δημωφελ[ῆ]
καὶ θρέψαντα τὴν πόλιν ἐν δυσ-
χρήστοις καιροῖς σείτου τε ἐπ[ιδό]-
10 σει καὶ τῇ λοιπῇ εὐνοίᾳ χρησ[ά]με-
νον ἀδιαλεί<π>τως, στρατηγήσαν-
τα {τ} ἀγνῶς, ἀγωνοθετήσαντα
φιλοτείμως, εἰρηναρχήσαντα
κοσμίως, ἀργυρ{ι}οταμιεύσαντα {²⁶ἀργυροταμιεύσαντα}²⁶
15 πιστῶς, καὶ ἐπὶ τῇ προαιρέσει
τοῦ βίου ἐπαινεθέντα.
Search Help
Contact Us