[ ] Phryg. — Apameia (Dinar) — 2nd c. AD — CIG 3962 — Peek, GVI 1720 — CB 387, p.534
1 Ἀπφία ἐγὼ κεῖμαι Μενεκλεῖ μίγα
τῷδε σὺν ἀνδρί, / καὶ γὰρ ζῶντες ὁμοῦ
τοῦτο γέρας λάχομεν· / καὶ λίπομεν
δύο τέκνα, νέον δέ γε Ἀρτεμίδωρον, /
5 ὃς χάριν εὐσεβίης τεῦξεν τύμβον
φθιμένοισιν. / χαίρε<τε> δ’ οἱ παριόντες
καὶ εὐχὰς θέσθ’ ὑπὲρ αὐτοῦ. /
Search Help
Contact Us