[ ] Phryg. — Apameia (Dinar) — REG 2.1889.30,b — Ramsay, CB 294/5, p.461 — IGR 4.790
I.1 ἡ βουλὴ κ[αὶ ὁ δῆμος καὶ]
[οἱ] κατοικοῦ[ντες Ῥωμαῖ]-
οι ἐτείμησαΤ]ιβέριον
Κλαύδιον Τιβερίου Κλαυ-
5 δίου Πείσωνος Μιθρι-
δατιανοῦ ὑὸν Κυρείνα
Γρανιανόν, γυμνασιαρ-
χοῦντα δι’ ἀγοραίας ἐκ
τῶν ἰδίων τῇ γλυκυτά-
10 τῃ πατρίδι, δίχα τοῦ πό-
ρου τοῦ ἐκ τοῦ δημοσίου
διδομένου, vv τὴν ἀνάσ-
τασιν ποιησαμένων
ἐκ τῶν ἰδίων τῶν ἐν τῇ
15 Σκυτικῇ Πλατείᾳ τεχνει-
τῶν.
II.1 ἡ βουλὴ κ[αὶ ὁ δῆμος καὶ οἱ]
[κατοικοῦντες Ῥωμαῖοι ἐτείμησαν]
Τι. Κλα̣ύδιον Τι. Κλαυδίου [Μιθρι]-
δάτου ὑὸν Κυρείνα Πείσωνα
5 Μιθριδατιανόν, ἱερέα διὰ βίου
Διὸς Κελαινέως, ἐφηβαρχήσαντα
καὶ γυμνασιαρχήσαντα καὶ ἀγορα-
νομήσαντα διὰ ἀγοραίας καὶ ὑπεσ-
χημένον ὑπὲρ τοῦ υἱοῦ Κλαυδίου
10 Γρανιανοῦ γυμνασιαρχίαν δι’ ἄγο-
ραίας ἐκ τῶν ἰδίων, δίχα πόρου τοῦ
διδομένου ἐκ τοῦ δημοσίου, δηνα-
ρίων μυρίων πεντακ∙(οσίων) χειλίων,
τὴν ἀνάστασιν ποιησαμένων
15 ἐκ τῶν ἰδίων τῶν ἐν τῇ Σκυτικῇ
Πλατείᾳ τεχνειτῶν.
17 ἐπιμεληθέντων Παπίου Δείδα τοῦ Αἰδούχου καὶ Τυράννου Μύτα
    καὶ Λουκίου Μουνατίου Ἄνθου καὶ Τρύφωνος Διογᾶ.
Search Help
Contact Us