[ ]
Phryg. — Apameia (Dinar) — CIG 3960 — CB 293, p.461; IGR 4.787
| 1 | ὁ δῆμος ὁ Ἀπολλωνιατῶν |
| τῶν ἀπὸ Ῥυνδάκου ἐτείμη- | |
| σεν Τιβέριον Κλαύδιον Τιβε- | |
| ρίου υἱὸν Κυρείνα Μιθριδάτην | |
| 5 | ἀρχιερέα τῆς Ἀσίας, τὸν ἑαυτῶν |
| προστάτην καὶ εὐεργέτην, διά τε | |
| τὴν ἐκ λόγων καὶ ἤθει ἀρετὴν | |
| καὶ διὰ τὴν πρὸς αὐτὸν εὔνοι- | |
| αν, τὴν ἐπιμέλειαν ποιησαμέ- | |
| 10 | νου τῆς τοῦ ἀνδριάντος ἀνασ- |
| τάσεως Ξένωνος Ἀπολλωνίου, | |
| ἀνδρὸς κρατίστου τῶν πολειτῶν. |