[ ] Phryg. — Apameia (Dinar) — BCH 17.1893.313,8 — Ramsay, CB 299, p.464 — IGR 4.791
0 [ἡ βουλὴ καὶ ὁ δῆμος καὶ οἱ κατοικοῦντες]
Ῥωμαῖοι ἐτείμησαν
Πρόκλον Μαννήιον
Ποπλίου Ῥωμιλία
Ῥούσωνα, ἀγομένης
5 πανδήμου ἐκκλησιας, ἄν-
δρα ἀγαθὸν καὶ μεγαλόφρ̣[ο]-
να δι<ά> τε τὰς ἐκ προγόνων
αὐτοῦ καὶ τὰς ἰδίας εἰς τὴν πα-
τρίδα συνκρίτους εὐεργεσί-
10 ας, θρέψαντά τε τὴν πόλιν ἐν
δυσχρήστοις πολλάκις και-
ροῖς καὶ πρεσβεύσαντα πρὸς
τοὺς Σεβαστοὺς περὶ τῶν
συνφερόντων πραγμάτων
15 καὶ ἐπιτυχόντα τὰς παρὰ τῶν
ἀρχιερέων φιλοδοσίας,
[ὑπὲ]<ρ> τε τῆς πόλεως ἐν παντὶ
[και]ρῷ δημοφελέως {²⁶δημωφελῶς / δημωφελῆ}²⁶ γενομε-
[νο]ν καὶ συναυξήσαντα τὰς
20 [δημ]οσίας προσόδους, ἀνασ-
[τη]σάντων τὸν ἀνδριάντα τῶν
ἐπὶ τῆς Θερμαίας πλατείας ἐργασ-
τῶν ὑπὸ ἐπιμέλειαν Εὐμένου[ς]
Διονυσίου καὶ Ἰουλ. Δουβασσίωνο[ς]
25 κατὰ τῆς πόλεως ψήφισμα.
Search Help