[ ] Phryg. — Dorylaion (Eskişehir) — 1st-2nd c. AD — MDAI(A) 22.1897.480 — OGIS 2.479; IGR 4.522
1 — — —βου υἱῶι Διὶ Πατρώ[ιωι — — —]
[σωτῆρι παν]τὸς ἀνθρώπων γένο[υς — — —]
[․․․ καὶ θεοῖ]ς Σεβαστοῖς καὶ θεαῖς Σεβασταῖς [καὶ Ὁ]-
[μονοίαι Σ]εβαστῆι καὶ θεᾶι Ῥώμηι καὶ θεῶι Συνκλήτωι
5 [καὶ τῶι] δήμωι Ῥωμαίων Ἀσκληπιάδης Στρατονί-
ου ․․]ένης σεβαστοφάντης διὰ βίου καὶ ἱερεὺς
[τῶν πρ]ογεγραμμένων θεῶν καὶ ἐπιστάτης τοῦ
δήμου καὶ τῆς πόλεως πρῶτος καὶ διὰ βίου καὶ γυμνα-
σίαρχος ἐκ τῶν ἰδίων ἐλευθέρων καὶ δούλων ἀπὸ
10 ἀρχομένης ἡμέρας ἕως νυκτὸς δρακτοῖς ἐκ λου-
[τήρ]ων καὶ ἱερεὺς τῆς τῶν γερόντων Ὁμονοίας καὶ
[γρ]αμματεὺς αὐτῶν διὰ βίου, καὶ Ἀντιοχὶς Τεύθραν-
[τ]ος σεβαστοφάντις διὰ βίου καὶ ἱέρηα τῶν προγε-
[γρ]αμμένων θεῶν καὶ γυμνασίαρχος τῶν γυναι-
15 [κ]ῶν ἐκ τῶν ἰδίων, ἡ γυνὴ αὐτοῦ, {²vac.}² καθιέρωσαν
                 ἐκ τῶν ἰδίων.
Search Help
Contact Us