[ ]
Phryg. — Dorylaion (Eskişehir) — 1st-2nd c. AD — MDAI(A) 22.1897.480 — OGIS 2.479; IGR 4.522
1 | — — —βου υἱῶι Διὶ Πατρώ[ιωι — — —] |
[σωτῆρι παν]τὸς ἀνθρώπων γένο[υς — — —] | |
[․․․ καὶ θεοῖ]ς Σεβαστοῖς καὶ θεαῖς Σεβασταῖς [καὶ Ὁ]- | |
[μονοίαι Σ]εβαστῆι καὶ θεᾶι Ῥώμηι καὶ θεῶι Συνκλήτωι | |
5 | [καὶ τῶι] δήμωι Ῥωμαίων Ἀσκληπιάδης Στρατονί- |
[κου ․․]ένης σεβαστοφάντης διὰ βίου καὶ ἱερεὺς | |
[τῶν πρ]ογεγραμμένων θεῶν καὶ ἐπιστάτης τοῦ | |
δήμου καὶ τῆς πόλεως πρῶτος καὶ διὰ βίου καὶ γυμνα- | |
σίαρχος ἐκ τῶν ἰδίων ἐλευθέρων καὶ δούλων ἀπὸ | |
10 | ἀρχομένης ἡμέρας ἕως νυκτὸς δρακτοῖς ἐκ λου- |
[τήρ]ων καὶ ἱερεὺς τῆς τῶν γερόντων Ὁμονοίας καὶ | |
[γρ]αμματεὺς αὐτῶν διὰ βίου, καὶ Ἀντιοχὶς Τεύθραν- | |
[τ]ος σεβαστοφάντις διὰ βίου καὶ ἱέρηα τῶν προγε- | |
[γρ]αμμένων θεῶν καὶ γυμνασίαρχος τῶν γυναι- | |
15 | [κ]ῶν ἐκ τῶν ἰδίων, ἡ γυνὴ αὐτοῦ, {²vac.}² καθιέρωσαν |
ἐκ τῶν ἰδίων. |