[ ]
Phryg. — Laodikeia on the Lykos (Eskihisar) — 3rd c. AD — MAMA VI 18
| 1 | Αὐρ(ήλιος) Ἡλιόδωρος Σεβαστῶν ἀπ̣ελεύθερος |
| ἐπεσκεύασεν τὸ ἡρῷον ἑαυτῷ καὶ τῇ θυ- | |
| γατρὶ αὐτοῦ Αὐρηλίᾳ Ἡλιοδώρᾳ τῇ καὶ Πολυχρονίᾳ | |
| καὶ τῇ γυναικὶ αὐτοῦ Αὐρηλίᾳ Φλαβίᾳ καὶ τοῖς οἰκείοις αὐ- | |
| 5 | τοῦ ἀπελευθέροις· ἥτις Ἡλιοδώρα ἡ καὶ Πολυχρονία |
| ἀνέθηκεν τῇ Ἰάδι φυλῇ τῶν βουλευτῶν στεφα- | |
| νωτικοῦ ὀνόματι (δην.) ͵α ἐπὶ τῷ στεφανοῦσθαι αὐ- | |
| τὴν πρὸς ἔτος τῇ πρὸ αʹ καλανδῶν Νοεμβρίων, | |
| μη(νὸς) γʹ ιηʹ· μηδενὸς ἑτέρου ἔχοντος ἐξουσίαν | |
| 10 | κηδευθῆναι ἐν τῷ ἡρώῳ, ἢ ὑπεναντίον |
| τι ποιήσας τῶν προγεγραμμένων εἰσοί- | |
| σει εἰς τὸ ἐράριν δήμου Ῥωμαίων (δην.) ͵βφʹ. | |
| τούτου ἀντίγραφον ἀπετέθη εἰς τὸ ἀρχεῖ- | |
| ον· ἐγένετο ἐν Λαοδικείᾳ ἱερεῖ Τρύφωνι. |