[ ]
Phryg. — Laodikeia on the Lykos (Eskihisar) — 3rd c. AD — MAMA VI 18
1 | Αὐρ(ήλιος) Ἡλιόδωρος Σεβαστῶν ἀπ̣ελεύθερος |
ἐπεσκεύασεν τὸ ἡρῷον ἑαυτῷ καὶ τῇ θυ- | |
γατρὶ αὐτοῦ Αὐρηλίᾳ Ἡλιοδώρᾳ τῇ καὶ Πολυχρονίᾳ | |
καὶ τῇ γυναικὶ αὐτοῦ Αὐρηλίᾳ Φλαβίᾳ καὶ τοῖς οἰκείοις αὐ- | |
5 | τοῦ ἀπελευθέροις· ἥτις Ἡλιοδώρα ἡ καὶ Πολυχρονία |
ἀνέθηκεν τῇ Ἰάδι φυλῇ τῶν βουλευτῶν στεφα- | |
νωτικοῦ ὀνόματι (δην.) ͵α ἐπὶ τῷ στεφανοῦσθαι αὐ- | |
τὴν πρὸς ἔτος τῇ πρὸ αʹ καλανδῶν Νοεμβρίων, | |
μη(νὸς) γʹ ιηʹ· μηδενὸς ἑτέρου ἔχοντος ἐξουσίαν | |
10 | κηδευθῆναι ἐν τῷ ἡρώῳ, ἢ ὑπεναντίον |
τι ποιήσας τῶν προγεγραμμένων εἰσοί- | |
σει εἰς τὸ ἐράριν δήμου Ῥωμαίων (δην.) ͵βφʹ. | |
τούτου ἀντίγραφον ἀπετέθη εἰς τὸ ἀρχεῖ- | |
ον· ἐγένετο ἐν Λαοδικείᾳ ἱερεῖ Τρύφωνι. |