[ ] Phryg. — Laodikeia on the Lykos (Eskihisar) — 3rd c. AD — MAMA VI 18
1 Αὐρ(ήλιος) Ἡλιόδωρος Σεβαστῶν ἀπ̣ελεύθερος
ἐπεσκεύασεν τὸ ἡρῷον ἑαυτῷ καὶ τῇ θυ-
γατρὶ αὐτοῦ Αὐρηλίᾳ Ἡλιοδώρᾳ τῇ καὶ Πολυχρονίᾳ
καὶ τῇ γυναικὶ αὐτοῦ Αὐρηλίᾳ Φλαβίᾳ καὶ τοῖς οἰκείοις αὐ-
5 τοῦ ἀπελευθέροις· ἥτις Ἡλιοδώρα ἡ καὶ Πολυχρονία
ἀνέθηκεν τῇ Ἰάδι φυλῇ τῶν βουλευτῶν στεφα-
νωτικοῦ ὀνόματι (δην.) ͵α ἐπὶ τῷ στεφανοῦσθαι αὐ-
τὴν πρὸς ἔτος τῇ πρὸ αʹ καλανδῶν Νοεμβρίων,
μη(νὸς) γʹ ιηʹ· μηδενὸς ἑτέρου ἔχοντος ἐξουσίαν
10 κηδευθῆναι ἐν τῷ ἡρώῳ, ἢ ὑπεναντίον
τι ποιήσας τῶν προγεγραμμένων εἰσοί-
σει εἰς τὸ ἐράριν δήμου Ῥωμαίων (δην.) ͵βφʹ.
τούτου ἀντίγραφον ἀπετέθη εἰς τὸ ἀρχεῖ-
ον· ἐγένετο ἐν Λαοδικείᾳ ἱερεῖ Τρύφωνι.
Search Help
Contact Us