[ ]
Phryg. — Laodikeia on the Lykos (Eskihisar) — Korucuk — 1st c. BC — MDAI(A) 22 (1897) 358, 8 — JHS 17 (1897) 409, 11 cf. — GVI 1804; MAMA VI,List 142,39
1 | οὐκ ἄλλου, παροδῖτα, τόδε μνημῆον [ἐσαθρεῖς], |
ἀλλ’ οὗ τὰν ἀρετὰν οὐδ’ ὁ χρόνος μαρανε[ῖ] | |
Ἐπιγόνου, πρωτῆα παρὰ ζωοῖσι λιπόντος | |
σωφροσύνας μορφᾶς θ’ εἵνεκα θειοτάτα[ς]· | |
5 | οὔτε γὰρ ὁ κτίνας Πριάμου παῖδ’ Ἕκτορ’ Ἀχιλλεύ[ς] |
οὔθ’ ὁ τὰ λέκτρα φυγὼν τοῦ πατρὸς Ἱππόλυτος | |
τοιοίδ’ οὐκ ἐγένονθ̣’ οἷο[ς] γένετ’ Ἐπίγονος π[αῖς] | |
Ἀνδρέου εὐγενέτα πατ[ρ]ὸς ἴσου βασιλε[ῖ]. | |
ἀλλ’ ὁ μὲν Ἐπίγονος μνᾶμα ζωιοῖς δια[μίμνει]· | |
10 | οὐδ’ Ἀχιλλεὺς δ’ ἔφυ̣γ̣εν̣ μ̣οῖρ[αν] ἀ̣ὶ Θέτιδος |
{²vac.?}² ΣΥ[․]Ο̣[— — — — — — — — — — — — — —] |