[ ]
Phryg. — Hierapolis (Pamukkale)
| 1 | ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Ἀσκλᾶ Ἀπολλωνίου τοῦ Παπίου Ἀττια- |
| κοῦ, ἐν ᾗ κηδευθήσεται αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ Εὐτυχία καὶ τέκνα | |
| αὐτῶν· οὐδενὶ δ’ ἐξέσται ἑτέρῳ κηδεῦσαί τινα· εἰ δὲ μή, ὁ κηδεύσας | |
| ἀποτείσει τῷ κυριακῷ φίσκῳ (δην.) ͵βφʹ καὶ τῇ Ἱεραπολιτῶν βουλῇ (δην.) ͵βφʹ | |
| 5 | καὶ τῷ ἐκδικήσαντι (δην.) ͵βφʹ. τούτου ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα. |