[ ] Phryg. — Hierapolis (Pamukkale)
a.1 ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος σὺν τῷ ὑποκιμένῳ βαθρικῷ
Μάρ(κου) Αὐ(ρηλίου) Διοδώρου Κορήσκου ἐπίκλην Ἀσβόλου, ἐν ᾗ κηδευθήσεται
αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ κὲ τὰ τέκνα αὐτοῦ· περιών τε κηδεύσω
ὃν ἂν βουληθῶ· ἑτέρῳ δὲ οὐδενὶ ἔξεστει κηδευθῆναι· εἰ δὲ μή, ἀποτείσι
5 προστείμου τῷ ἱερωτάτῳ ταμείῳ (δην.) φʹ καὶ τῇ σεμνοτάτῃ γερουσίᾳ (δην.) φʹ.
ὅσον ἂν πορίσῃς βίον, ὦ φίλε παροδεῖτα, εἰδὼς ὅτι τὸ τέλος ὑμῶ[ν]
                       τοῦ βίου ταῦτα.
b.1 κατέλειψα δὲ                καὶ τῷ συνεδρίῳ
τῆς προεδρίας               τῶν πορφυρα-
βάφων (δην.) ͵γ ἰς        ἀποκαυσμὸν
τῶν παπων                   τῇ ἐθίμῳ ἡμέρᾳ
5 ἐκ τοῦ τόκου αὐτῶν· εἰ δέ τις ἀμελήσει
αὐτῶν τὸ μὴ ἀποκαῦσαι, γενέσθαι τὸ
καταλελειμένον τῆς ἐργασίας τῆς θρεμ-
ματικῆς. κηδευθήσεται δὲ καὶ ἡ γυνή.
Search Help
Contact Us