[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ τόπος [Π]ο[υ(βλίου)] Αἰλίου Ἑ̣[ρμογένους Χαρ(?)]οπείνου, ἐν ᾗ κη-
[δευθήσεται ὁ υἱὸς(?) αὐτ]οῦ· ἐν ᾗ κεκήδευται Σωτηρὶς ἡ γυνὴ
αὐτοῦ, κηδευθήσεται δὲ ἐν αὐτῇ καὶ ὁ Ἑρμογέν[ης, ἄλλος]
δὲ οὐδείς· εἰ δὲ μή, ὁ κηδεύσας τεινὰ ἀποδώσει τῷ [ἱερω]-
5 [τάτῳ ταμίῳ(?)] (δην.) ͵βφʹ καὶ τῷ Ἀπόλλωνι (δην.) ͵αψʹ καὶ τῷ ἐκδικήσαντι (δην.) ωʹ.
π̣ρ̣ονοήσει δὲ τῆς ἐπιμελε[ί]ας τῆς σοροῦ [ἡ][ργασί]α̣ τῶν βαφέων. κατ-
έδωκα στεφανωτικὸν, καθὼς τὸ γενόμενον ἔνγραφον τοῦ
στεφανωτικοῦ περιέχει, δοθησομένου τοῦ στεφανωτικοῦ
{περιέχει δοθησομένου τοῦ στεφανωτικοῦ} κατὰ ἔτος, (δην.) ͵α δη-
10 [— — —] τούτου ἀντίγραφον ἀπετέθη ε[ἰς] τὰ ἀρχεῖα.
Search Help