[ ]
Phryg. — Hierapolis (Pamukkale)
| 1 | ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Μάρωνος καθὼς περιέχι ἡ κτῆσις· ἐν ᾗ κηδευ- |
| θήσεται αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ Γλυκωνὶς καὶ τὰ τέκνα αὐτῶν, ἕτερος(!) δὲ | |
| οὐδενὶ ἐξέσται κηδεῦσαί τινα. ἰ δέ τις ὑπενάντια ποιήσοι, ἀποτί- | |
| σι τῷ εἱε[ρω]τάτῳ ταμίῳ προστίμου (δην.) ͵α. |