[ ] Phryg. — Hieropolis (Koçhisar): Hüdāi Kaplicasi — bef. 216 AD — IChUR(1) II,1.xv — SEG 30.1479
1 [ἐ]κ̣λεκτῆς πόλε̣ως ὁ πολεί[της] τ̣οῦτ’ ἐποίη̣[σα]
[ζῶν, ἵ]ν̣’ ἔχω φανερ̣[ὴν] σώματος ἔνθα θέσιν,
οὔνομ’ <Ἀβέρκιος ὤν ὁ> μαθητὴς ποιμένος ἁγνοῦ,
[ὅς βόσκει προβάτων ἀγέλας ὄρεσιν πεδίοις τε],
5 [ὀφθαλμοὺς ὃς ἔχει μεγάλους πάντῃ καθορῶντας]·
[οὗτος γὰρ μ’ ἐδίδαξε — — γράμματα πιστά],
εἰς Ῥώμη[ν ὃς ἔπεμψεν] ἐμὲν βασ̣ι̣λ̣[ίδ’ ἀναθρῆσαι]
καὶ βασίλισσ̣[αν ἰδεῖν χρυσό]στολον χρυ̣[σοπέδιλον].
λαὸν δ’ εἶδον̣ ἐ̣[κεῖ λαμπρὰν] σφραγεῖδαν ἔ[χοντα]
10 καὶ Συρίης πέ[δον εἶδα] καὶ ἄστεα πάν[τα, Νισῖβιν]
Εὐφράτην διαβ̣[άς· πάν]τῃ δ’ ἔσχον συνο̣[μαίμους].
Π̣α̣ῦ̣λ̣ο̣ν̣ ἔ̣χ̣ω̣ν̣ ἐ̣π̣’ ὄ̣[χῳ]· Πίστις π̣[άντῃ δὲ προῆγε]
καὶ παρέθηκε̣ [τροφὴν] πάντῃ ἰχθὺν ἀ[πὸ πηγῆς]
πανμεγέθη καθ[αρόν, οὗ] ἐδράξατο παρθέ[νος ἁγνή],
15 καὶ τοῦτον ἐπέ[δωκε φί]λ̣ι̣ο̣ι̣ς̣ ἐ̣σ̣θ̣ε̣[ῖν διὰ παντός],
οἶνον χρηστὸν ἔχουσα, κέρασμα διδοῦσα μετ’ ἄρτου.
ταῦτα παρεστὼς εἶπον Ἀβέρκιος ὧδε γραφῆναι,
ἑβδομηκοστὸν ἔτος καὶ δεύτερον ἦγον ἀληθῶς.
ταῦθ’ ὁ νοῶν εὔξαιτο ὑπὲρ Ἀβερκίου πᾶς ὁ συνῳδός.
20 οὐ μέντοι τύμβῳ τις ἐμῷ ἕτερόν τινα θήσει.
εἰ δ’ οὖν Ῥωμαίων ταμείῳ θήσ<ει> δισχείλια <χ>ρυσᾶ
καὶ χ̣ρηστῇ πατρίδι̣ Ἱεροπόλει χείλια χρυσᾶ.
Search Help