[ ] Gal., N. — Pessinous (Ballıhisar) — Sivrihisar — end 1st or 2nd half 2nd c. AD? — MDAI(A) 22.1897.38,23 — OGIS 540; IGR 3.230
1 [(Τιβέριον Κλαύδιον) — — —]ΙΙ
— — — {²vestigia}² — — —ΙΡου υἱ-
[ὸν] Κ̣υρείνα Ἡρᾶν, δέκατον μετὰ
τ̣ὸν ἀρχιερέα, πέμπτον δὲ Γα-
5 λατῶν διὰ βίου ἱερέα Μητρὸς
θεῶν μεγάλης ἐν Πεσ-
σιν{ν}οῦντι {²⁶Πεσσινοῦντι}²⁶ καὶ <Μ>ειδαείῳ, τῶν
τε Σεβαστῶν ἑξάκις ἀρχιερέ-
α τοῦ κοινοῦ Σεβαστηνῶν Γα-
10 λατῶν καὶ ἀγωνοθέτην, σεβασ-
τοφάντην τοῦ ναοῦ τοῦ ἐν Πεσ-
σινοῦντι ἱερασάμενον πρῶτον̣,
γυμνασιαρχήσαντα καὶ ἐπιδ[ό]-
σεις δόντα, ἔπαρχον σπείρης
15 Ἰτουραίων, δὶς χειλίαρχον λεγ[ε]-
ώνων δύο, δωδεκάτης Κεραυν[ο]-
φόρου καὶ τρίτης Κυρηναϊ#⁸⁰κῆς, ὑπ̣[ὸ]
τῶν Σεβαστῶν τετειμηνέν[ον]
δόρατι καθαρῷ καὶ στεφάνῳ τε[ι]-
20 χικῷ, Ἀτταβοκαοὶ οἱ τῶν τῆς
θεοῦ μυστηρίων μύστα̣[ι ἐτει]-
μησαν τὸ̣ν̣ [ἑαυτῶν φίλον καὶ]
[εὐεργέτην — — —]
— — —
Search Help
Contact Us