[ ] Gal., N. — Ankyra (Ankara) — 128-129 AD — IGR 3.209
1          ἀγαθῆι τύχηι.
ψήφισμα τῶν ἀπὸ τῆς οἰκουμένης πε-
ρὶ τὸν Διόνυσον καὶ Αὐτοκράτορα Τρα-
ιανὸν Ἁδριανὸν Σεβαστὸν Καίσαρα
5 νέον Διόνυσον τεχνειτῶν ἱερο[νει]-
κῶν στεφανειτῶν καὶ τῶν τούτων συ[ν]-
αγωνιστῶν καὶ τῶν νεμόντων τὴν ἱερὰν
θυμελικὴν σύνοδον. ἐπειδὴ προτα-
θεὶς ὑπὸ τῆς ἱερωτάτης βουλῆς Οὔλπιος
10 Αἴλιος Πομπειανὸς(!) ἀγωνοθετῆσαι τὸν ἀ-
γῶνα τὸν μυστικὸν δοθέντα ὑπὸ τοῦ Αὐ-
τοκράτορος ἐν ὀλίγαις τῇ πόλει, τῇ τε χει-
ροτονίᾳ ταχέως ὑπήκουσεν καὶ τὸν ἀγῶ-
να διαφανῶς ἐπετέλεσεν ἐκ τῶν ἑαυτοῦ μη-
15 δεμιᾶς ἀπολειφθεὶς λαμπρότητος καὶ μεγα-
λοψυχίας ἀλλὰ τήν τε εὐσέβειαν τῆς πατρίδος
εἰς ἀμφοτέρους τοῦς θεοὺς ἐπεψήφισεν
καὶ τὰς ἐπιδόσεις πάσας δὲ ἀφειδῶς ἐποιήσα-
το, πρὸς μηδεμίαν δαπάνην ἀναδύς, καὶ τῷ τε
20 τάχει τῆς σπουδῆς ὁδεύοντας ἤδη τοὺς ἀγωνι-
στὰς ἀνεκαλέσατο καὶ παντὶ μέρει τοῦ μυστηρί-
ο̣υ̣ [ἐπή]ρ̣κ̣ε̣σεν, τῇ μὲν συνόδῳ τὰ ἆθλα προθεὶς
[τὸν δὲ μυστι]κὸν ἀγῶνα κατασχὼν ὡς προκεκρ[ι]-
[μένος μόνος] εὖ ποιεῖν τὴν πόλιν. {²vac.}²
25 [δεδόχθαι οὖν] ἡ<μ>εῖν, ὑπὲρ τοῦ τετηρῆσθαι μὲν
[τὰς τειμὰς τῷ τε] Αὐτοκράτορι καὶ τῷ Διονύσῳ διασε-
[σῶσθαι δὲ εἰς τὸν] ἀγῶνα τῇ πόλει, τὸν ἄνδρα τετιμῆ-
[σθαι ἀνδριάντ]ι, ὃς ἀναστήσεται ἐν ἐπιφανεστά-
[τῳ μὲν τόπῳ τ]ῆς μητροπόλεως, ἰδίῳ δὲ τῶν ἀγω-
30 [νιζομένων ἐ]ν τῷ θεάτρῳ, παράδιγμα κάλλιστον
[ἀρετῆς τοῖς θε]ω̣μένοις, ᾧ καὶ τὸν εἰσιόντα ἀγωνι-
[στὴν εἰς μυστικ]ὸν ἀγῶνα ἐψηφίσθαι στεφάνους
[εἰσφέρειν], εἰ δὲ μὴ εἴργεσθαι τοῦ ἀγῶνος ἀχαρι-
[στίας πρὸς τὸν ἄ]ριστον ἄνδρα ἕνεκεν καὶ ἀπειθε[ί]-
35 [ας τῶν ἐψηφι]σμένων τῇ συνόδῳ ἀναστῆσαι δὲ
[τοῦ ἀνδρὸς ἀ]νδριάντα, καὶ ἐν νέᾳ πόλει τῷ [δὲ με]-
[γίστῳ Αὐτοκρά]τορι Καίσαρι Τραιανῷ Ἁδριανῷ Σ[εβα]-
[στῷ καὶ τῷ κ]ρατίστῳ ἡγεμόνι Τρεβίῳ Σεργιαν[ῷ]
[μαρτυρῆσαι] διὰ ψηφίσματος τήν τε τοῦ ἀνδρὸς
40 [μεγαλομέρ]ε̣ιαν καὶ τὴν τῆς συνόδου δικαίαν
[εὐχαριστίαν] ἰσηγησαμένου Γαίου Ἀντωνίου Πολ-
[․․․․․]ως κωμῳδοῦ ὀλυμπιονείκου, ἐ-
[πιψηφισαμέν]ου Γαίου Ἰουλίου Κολλήγα Νεο-
[καισαρέως κωμῳ]δοῦ παραδόξου. {²vac.}² ἐγένετο ἐν
45 [τῇ μητροπόλει τῆ]ς Γαλατίας Ἀγκύρᾳ ἀγῶνος τε-
[λουμένου μυσ]τικοῦ ἐπὶ ἑλλαδάρχου Οὐλπί-
[ου Αἰλίου Πομπε]ιανοῦ(!) καὶ ἀρχιερέως Μεμμίου
[․․․․․․․․․․․․]ου Διονυσίου τοῦ ἑλλαδάρχου
[ἐπὶ πρώτου(?) ἄρχο]ντος Τίτου Φλαουίου Ἰουλια-
50 [νοῦ ․․․․․ γραμ]ματέως Ἀλεξάνδρου Σωπά-
[τρου ․․․․․․․․ καὶ] Λαοδικέως κιθαρῳδοῦ σεβαστο-
[νείκου παραδόξου τ]οῦ τρὶς ἀρχιερέως, νομοδε[ί]-
[κτου ․․․․․․․․․․․ Ἐ]πόπτου Τρωαδέως πλεισ[το]-
[νείκου. ἐπὶ ὑπάτων Ν]ωνίου Τορ̣κ̣[ουά]του Ἀσπρή-
55 [να καὶ Μ. Ἀννίου Λίβωνο]ς πρὸ ϛʹ εἰδ(ῶν) Δεκεμβρίων.
Search Help