[ ]
Mys./Lyd. — Bakir, fd. at — 160 or 139 BC — OGIS 268
| 1 | βασιλεύοντος Ἀττάλου, πρώτου |
| ἔτους, μηνὸς Ὑπερβερεταίου τεσσα- | |
| ρεσκαιδεκάτηι· ἐπεὶ Ἀπολλώνιος Μελεά- | |
| γρου ἐπιστάτης, προχειρισθεὶς ἐν τῶι | |
| 5 | τῆς πανηγύρεως χρόνωι ἀγωνοθέτης |
| τῶν ἀχθέντων Βασιλείων καὶ εὐεργέτης | |
| ὢν <ἐ>φιλαγάθησεν ἐμ πᾶσιν ἐκδεξάμενος | |
| τάς τε πα<ρο>ύσας θεωρίας πρ<επ>όντως καὶ | |
| τοὺς παρεπιδημοῦντας ξένους. καὶ πρότε- | |
| 10 | ρον δὲ στρατηγὸς τῆς πόλεως κατασταθεὶς |
| ἀνεστράφη κατὰ τὸ δέον· ἐπήγγελται δὲ καὶ νῦν | |
| ἀναθήσειν φιάλας δύο, ἑκατέραν ἀπὸ δραχμῶν | |
| Ἀλεξανδρείων ἑκατόν· ἔδ[οξεν] ἐπαινέσαι τε αὐ- | |
| τὸν καὶ στεφανῶσαι χρυσῶι στεφάνωι. εἶναι δὲ αὐ- | |
| 15 | τῶι καὶ σίτησιν ἐμ πρυτανή[ωι]. προσφέρεσθαι δὲ |
| καὶ λιβανωτόν. καὶ τὰ δεδογμένα ἀναγράψαι εἰς | |
| στήλην λευκοῦ λίθου καὶ ἀναθεῖναι ἐν τῆι | |
| στοᾶι πρὸ τοῦ ἀρχείου· τὰ δὲ ἐσόμενα ἀναλώ- | |
| ματα εἴς τε τὸν στέφανον καὶ εἰς τὴν | |
| 20 | στήλην προ<θ>έσ<θ>α<ι τ>ὸν τῆς πόλεως ταμίαν. |