[ ] Paphl. — Amastris (Amasra) — 155 AD — EA 6.1985.137,12 — SEG 35.1327, 40.1163
1 ἔτος μὲν ἦν τριακοστὸν ἤδη μοι τόδε,
ἔθηκε δ’ Αἰμιλιανὸν ὄνομά μοι πατήρ,
ὃν ἔθρεψε Γέμινος, εἷς ἀνὴρ τῶν εὐγενῶν·
παρ’ ἐμπύροις δὲ κῶμον Εὐΐῳ θεῷ
5 τριετῆρι τελετὴν μυστικῶς ἀνήγαγον
καὶ γυμνασίων δὲ σεμνὸς ἐγενόμην, ἴδρις
πάλης, ἄκοντος, πανκρατίου, δίσκου, τρόχου,
ἅλματος, ἁπάντων εὐρυθμῶν σφαιρισμάτων
ὧν εἰς ἕκαστον ἐπόνεσεν τροφεὺς ἐμός,
10 σατύρῳ τε ἐνείκων Κύζικον καὶ Πέργαμον
καὶ Κυζίκου μὲν αὐτὸς ἤνεγκα στέφος,
τὸ Περγάμου δὲ μοῖρα ἀπήνεγκεν πικρὰ
καί μου τὸ σῶμα Δωρίας ἐπὶ χθονὸς
ἐμάρανε δαίμων, ὀστᾶ δ’ ἐν πάτρῃ λαβὼν
15 τροφεὺς Γέμινος λάρνακα ἐς λιθίνην θέτο
αἰωνίοις στεφάνοισιν ἐπικοσμούμενα.
εκσʹ {²sc. ἔτει}²⁶, πρὸ αʹ καλ(ανδῶν) Σεπτεμβρίων,
            Λώου ζιʹ.
Search Help
Contact Us