[ ] Paphl. — Abonouteichos (İnebolu) — 137/6 BC? — IRAIK 8.1902.153 — Num.Chron. 5.1905.113
1 ἀγαθῆι τύχηι· βασιλεύοντος Μι-
θραδάτου Εὐεργέτου ἔτους αξρʹ
μηνὸς Δίου· ἔδοξεν φράτορσιν· Δάιπ-
ος Κρίτωνος ἱερατεύων εἶπεν· ἐ-
5 πειδὴ Ἄλκιμος Μηνοφίλου στρατη-
γὸς, τιμηθεὶς ὑπὸ τοῦ κοινοῦ χρυ-
σῶι στεφάνωι, ἀποδεξάμενος τὴν
χάριτα πολλαπλασίοσι τιμαῖς
[κ]αὶ ἐπ<ι>δόσεσιν <η>ὔξησεν τὴν φρά-
10 [τρ]αν, προσεπιστεφανώσας καὶ
ἀργυρίου {τε} δραχ. σʹ καί τινας τῶν
πρεσβυτέρων χρυσοῖς στεφά-
νοις· δεδόχθαι τοῖς φράτορσιν ἐ-
παινέσαι τε αὐτὸν, καὶ προσγράψαι
15 τῶι τῶν φρατόρων νόμωι ——πρὸς τὸ μὴ
μόνον ἐπὶ τῆς νῦν ἡλικίας τάς τε
τῶν στεφάνων ἀναγορεύσεις καὶ
ἐπαίνων ἀεὶ συντελεῖν κατὰ τὸ δο-
χθὲν, ἀλλὰ καὶ παρὰ τῶν ἐγγόνων
20 διὰ τέλους—— τὰ αὐτὰ φιλάνθρωπα ὑπάρ-
χειν αὐτῶι τε καὶ τοῖς ἐγγόνοις αὐ-
τοῦ, γραφῆναι τε τὸ ψήφισμα τοῦτο
διὰ Μάτριος εἰστήλην {²⁶εἰς στήλην}²⁶ λευκόλιθον
καὶ ἀναθεῖναι αὐτὴν πρὸς τῶι τοῦ
25 Διὸς Ποαρινοῦ ἱερῶι.
Search Help
Contact Us