[ ] Car. — Aphrodisias — CIG 2741; Reynolds, A&R 57
1                     ἀγαθῇ τύχῃ
Μᾶρκος Οὔλπιος Ἀππουλήιος Εὐρυκλῆς ἀρχιερεὺς Ἀσίας ἀποδεδει[γ]μένο[ς]
ναῶν 〚ΚΑΙ〛 τῶν ἐν Σμύρνῃ τ<ὸ> βʹ Ἀφροδισ[ι]έων ἄρχουσι βουλῇ δήμῳ χαίρε[ι]ν·
βουληθέντων ὑμῶν πρόνοιαν ποιήσασθαί με καὶ τῶν κατὰ τοὺς ἀγῶνας
5 διά τε τὴν πρὸς τὸν μέγιστον Αὐτοκράτορα εὐσεβείαν Μᾶρκον Αὐρήλιον
όμοδον Ἀντωνῖνον Σεβαστόν, καὶ διὰ τὴν πρὸς τοὺς διαθεμένους
μνήμην καὶ διὰ τὴν τῆς πόλεως δό<ξ>αν, ἤδη καὶ τῶν ἀπὸ τῆς συνόδου π[ολ]-
λάκις ἐντυχόντων μοι, οὐδὲ τοῦτο τὸ μέρος κατέλιπον ἀδιάκριτον,
ἑπόμενος τῇ κατὰ τὴν λογιστείαν τά<ξ>ε[ι] καὶ προθυμίᾳ μέχρι νῦν τῆς περὶ
10 τοὺς ἀγῶνας καταστάσεως ἐνλειπούσης διὰ τὴν τῶν χρημάτων πα-
ρασκευὴν ὀφειλόντων συ[ναυξ]ηθῆναι κατά τε τὰς τῶν τελευτησάν-
των γνώμας καὶ κατὰ τὸ ἀξί<ω>μα τοῦ πόρου ἀφ’ οὗ <χ>ρὴ τοὺς ἀγῶνα[ς] ἐπιτελεῖσθαι.
ἀγὼν μὲν δὴ ὁ ἐκ τῶν Φλαβίου Λυσιμάχου διαθηκῶν προελήλυ-
θεν εἰς ἀρχείου πόρου μυριάδας δ<ώ>δεκα ὡς δύνασθαι ἀπὸ τού-
15 των παρὰ ἔτη τέσσαρα πληροῦσθαι τὸν μ(ο)υσικὸν ἀγῶνα καθὰ τῷ
διαθεμέν<ῳ> ἔδοξεν. αἱ δὲ μετὰ τὰς δ<ώ>δεκα μυριάδας <ο>ὖσαι ἐν ἐκ-
δανεισμῷ καὶ ὁ προσγεγ<ο>ν<ὼ>ς τούτοις τόκος μέχρι ἀρχῆς [ἔ]τους
[ποιεῖ] κεφαλείου δηναρίων μυριάδας τρεῖς δηνάρια χείλια ὀκτ<ω>κόσια
τριάκοντα ἐννέα· δ<ύ>νασθε 〚Ι〛 οὖν ἀρχομένου τοῦ ἔτους τοῦτον
20 τὸν ἀγῶνα ἐπιτελεῖν ἀγαθῇ τύχῃ ἐπὶ ἄθλοις ταλαντιαί-
οις καὶ ἀγωνίσμασιν κατὰ τὰ ἆθλα· προθεσμία δὲ εἰς τὸν ἑ-
ξῆς χρόνον καὶ τὴν ἐπιοῦσαν τετραετηρίδα 〚Σ〛 ἔσται χρ<ό>[νος]
ὁ ἀπὸ [Βαρ]<β>ιλλήων τῶν Ἐφέσῳ [ἀγομένων] πρὸς [Κοινὰ] Ἀσίας [? ἔρρωσθε] leaf
Search Help
Contact Us