[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — AnnÉp (1939) 132; SEG 18.554
| 1 | ζῶν |
| [․․․․․]ιος Γ. υἱὸς Σε<ρ>γ(ίᾳ) Σεκου[νδ— —] | |
| [πρ]αγματευόμενος ἐν ἐπαρ̣[χείᾳ Γαλα(?)]- | |
| [τί(?)]ᾳ παραχειμαστικοῖς λεγ[ιώνων εʹ Μα]- | |
| 5 | [κε]δονικῆς καὶ ζʹ Κλ(αυδίας) Πιστῆς Ε[ὐσεβοῦς] |
| [κ]αὶ δʹ Σκυθικῆς καὶ αʹ Ἰταλικῆς [τὸ μνημεῖ]- | |
| ον ἑαυτῷ καὶ τέκνοις καὶ ἐγγό[νοις καὶ] | |
| γυναιξὶν αὐτῶν καὶ ἀπελευθέ[ροις καὶ] | |
| Δαίμοσιν Ἑληνίας Ποπλίου θυ[γατρὸς] | |
| 10 | Φλαουίας τῆς γυναικὸς καὶ Λ. Φω[․c.6․․] |
| Ποπλιηνοῦ τοῦ τέκνου κατεσκ[εύασεν]· | |
| εἰς ὃ μνημεῖον οὐδενὶ ἐξέσται ἀλ[λότρι]- | |
| ον νεκρὸν ἢ ὀστᾶ θεῖναι ἐκτὸς εἰ [μὴ κα]- | |
| τὰ συνχώρησιν· εἰ δὲ μή, ἐξέσται τῷ [βου]- | |
| 15 | λομένῳ τὸ εἰσενεχθὲν ἀλλότριον πτ[ῶμα ἢ] |
| ὀστᾶ ἐκρομβῆσαι καὶ οὐδὲν ἔλασσον ὁ εἰσε[νένκας] | |
| τὸν νεκρὸν ὑποκείσεται τῇ Θυατειρηνῶν [πόλει] | |
| (δην.) ͵βφʹ. τοῦτο τὸ μνημεῖον κληρονόμοις [οὐχ ἕψε]- | |
| ται. |