[ ] Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1281; CIJud 2.752
1 Φάβιος Ζώσιμος κατασκευάσας σορὸν ἔθετο ἐπὶ τόπου καθαροῦ ὄντος πρὸ τῆς πόλεως πρὸς τῶι Σαμβαθείωι ἐν τῶι Χαλδαίου περι-
βόλωι παρὰ τὴν δημοσίαν ὁδὸν ἑαυτῶι ἐφ’ ᾧ τεθῇ καὶ τῆι γλυκυτάτηι αὐτοῦ γυναικὶ Αὐρηλίᾳ Ποντιανῆι, μηδενὸς ἔχοντος ἑτέρου
ἐξουσίαν θεῖναί τινα εἰς τὴν σορὸν ταύτην· ὃς δ’ ἂν τολμήσῃ ἢ ποιήσῃ παρὰ ταῦτα, δώσει εἰς μὲν τὴν πόλιν τὴν Θυατειρηνῶν ἀρ-
γυρίου δηνάρια χείλια πεντακόσια, εἰς δὲ τὸ ἱερώτατον ταμεῖον δηνάρια δισχείλια πεντακόσια γεινόμενος ὑπεύθυνος ἔξωθεν
5 τῆς τυμβωρυχίας νόμωι. ταύτης τῆς ἐπιγραφῆς ἐγράφη ἁπλᾶ δύω, ὧν τὸ ἕτερον ἐτέθη εἰς τὸ ἀρχεῖον. ἐγένετο ἐν τῆι λαμπροτάτῃ
Θυατειρηνῶν πόλει ἀνθυπάτωι Κατιλλίωι Σεβήρωι μηνὸς Αὐδναίου τρισκαιδεκάτηι ὑπὸ Μηνόφιλον Ἰουλιανοῦ δημόσιον. {²ramis, avis}²
Search Help