[ ]
Lyd., N.W. — Thyateira (Akhisar)
1 | ζῶν |
Στρατόνεικος Εὐνό- | |
μου κατεσκεύασεν τὸ | |
μνημεῖον αὑτῷ καὶ | |
5 | γυναικὶ καὶ τέκνοις |
καὶ ἐκγόνοις αὐτῶν καὶ | |
θρέμμασιν καὶ ἀπελευ- | |
θέροις. ἐὰν δέ τις ἀπαλ- | |
λοτριώσει τὸ μνημεῖον | |
10 | ἢ τῶν κειμένων τινὰ ἔξω |
βάλῃ ἢ ἐκκόψει τὴν ἐπι- | |
γραφήν, ὑποκείσεται τῇ | |
Θυατειρηνῶν πόλει (δην.) ͵βφʹ. | |
τῆσδε ἐπιγραφῆς ἀπε[τι(?)]- | |
15 | θέμην τἀντίγραφον |
εἰς τὸ ἀρχεῖον. |