[ ] Lyd., N.W. — Thyateira (Akhisar)
1       ζῶν
Στρατόνεικος Εὐνό-
μου κατεσκεύασεν τὸ
μνημεῖον αὑτῷ καὶ
5 γυναικὶ καὶ τέκνοις
καὶ ἐκγόνοις αὐτῶν καὶ
θρέμμασιν καὶ ἀπελευ-
θέροις. ἐὰν δέ τις ἀπαλ-
λοτριώσει τὸ μνημεῖον
10 ἢ τῶν κειμένων τινὰ ἔξω
βάλῃ ἢ ἐκκόψει τὴν ἐπι-
γραφήν, ὑποκείσεται τῇ
Θυατειρηνῶν πόλει (δην.) ͵βφʹ.
τῆσδε ἐπιγραφῆς ἀπε[τι(?)]-
15 θέμην τἀντίγραφον
εἰς τὸ ἀρχεῖον.
Search Help
Contact Us