[ ] Lyd., N.W. — Thyateira (Akhisar) — end 1st-beg.2nd c. AD — IGRR 4.1237
1 [Τιβέριον Κλαύδιον Ἀμ]-
φίμαχον ΚΡΑΤΕΙ[․4-7․․]
․․․․ΣΤΟΝ στεφανηφόρον
τειμηθέντα τῇ τοῦ ἀν-
5 δριάντος ἀναστάσει ὑπὸ
Ἀρηνῶν καὶ Ναγδημῶν
ἐπὶ τῷ ἐ<κ>δικῆσαι καὶ ἀποκα-
ταστῆσαι τὰ τῶν κωμῶν·
καὶ μετὰ ταῦτα ὑπὸ σεισμοῦ
10 συντριβέντος τοῦ βωμοῦ
καὶ ἀνδριάντος
Ἰουλία Σευηρίνα{ς} Στρατο-
νείκη ἔγγονος αὐτοῦ
κατασκευάσασα τόν τε
15 βωμὸν καὶ ἐπισκευάσασα
τὸν ἀνδριάντα ἐκ τῶν
ἰδίων ἀνέθηκεν.
Search Help
Contact Us