[ ] Lyd., N.W. — Thyateira (Akhisar) — end 1st-beg.2nd c. AD? — IGRR 4.1236
1 [οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες]
    [ἐτε]ί̣μ̣ησ[αν]
[Τι. Κλαύδι]ον Γλύκωνος
[υἱὸν Ἀμφίμαχ]ον τὸν
5 [τῆς αὑτοῦ γν]ησ̣ί̣α̣ς πατρίδο[ς]
[․․․c.10․․․]ον ἐκ προγόνων ἔν τ[ε]
[γυμνασιαρ]χίᾳ καὶ πρυτανείᾳ καὶ
[ταῖς λοιπ]αῖς ἀρχαῖς τε καὶ λειτουρ-
[γίαις πά]σαις λαμπρῶς ἀναστρα-
10 φέντα, ὥστε αὐτοῦ τὸ φιλότειμο[ν]
περὶ τὴν πόλιν τῆς περὶ τὴν Ἀσίαν
ἀρεσκείας βασμὸν γενέσθαι δίκα[ι]-
ον πρὸς τὴν ἔνανχος ὑφ’ αὑτοῦ πρεσ-
βείαν ὑπὲρ τῆς Ἀσίας τελεσθεῖσαν̣
15 πρὸς τὸν αὐτοκράτορα ψηφίσμα-
τι τῷ ὑπογεγραμμένῳ. ἔδοξε
τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησιν, γνώ-
μη Τι. Κλαυδίου Λούππου ἀρχιερ-
έως. ἐπεὶ Κλαύδιος Ἀμφίμαχος ἀ[εὶ]
20 βίον ἐζηκὼς ἀνεπίληπτον καὶ ἐν ἅ̣[πα]-
σιν ἐπίσημον καὶ τὰς τῆς πατρίδος
ἐκτενῶς πεπληρωκὼς λειτουργίας
ἐν τῇ ἀνανκαιοτάτῃ χρείᾳ τῆς ἐπαρχε[ί]-
ας ἑαυτὸν ἐπέδωκεν τοῖς ἀρίστοις
25 συμπρεσβεύσαντα ὑπὲρ τῆς εἰκοσ-
τῆς καθ’ ἑκούσιον αἵρεσιν, δεδόχθαι ἀν-
ασταθῆναι αὐτοῦ τειμὰς ἐν τῷ ἐπι-
σημοτάτῳ τῆς πατρίδος τόπῳ,
πεμφθῆναι δὲ καὶ πρὸς Θυατειρη-
30 νούς τοῦδε τοῦ ψηφίσματος τὸ
ἀντίγραφον, ἵνα γεινώσχῃ ἡ πόλις,
ὅτι κατὰ κοινὸν οἶδεν ἡ Ἀσία τοὺς εὖ
ποιοῦντας αὐτὴν ἀμείβεσθαι.
δεδόχθαι τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλη-
35 σιν γενέσθαι κα<θ>ότι προγέγραπται. ❦
Search Help