[ ] Lyd., N.W. — Thyateira (Akhisar) — IGRR 4.1244
1      ἀγαθῆι τύχηι.
οἱ ἀρτοκόποι ἐτείμησαν καὶ
ἀνέθηκαν ἐκ τῶν ἰδίων Γ.
Ἰούλιον Ἰουλιανὸν Τατια-
5 νὸν ἀγωνοθέτην καὶ
ἀσιάρχην καὶ ἀρχιερέα διὰ
βίου, τριτεύσαντα καὶ ἀγορα-
νομήσαντα κατὰ τὸ<ν> αὐτὸν ἐνι-
αυτὸν καὶ πρεσβεύσαντα πρὸς
10 τὸν αὐτοκράτορα προῖκα καὶ κα-
τορθωσάμενον τὰ μέγιστα τῇ
πατρίδι, υἱὸν Γ. Ἰουλίου Ἰππι-
ανοῦ καὶ Κορνηλίας Σεκούν-
δης ἀρχιερέων τῆς Ἀσίας, ἔκ-
15 γονον Φλα. Μοσχίου ἀρχιερέως,
ἀπόγονον Φλαβίων Ἱππιανοῦ
καὶ Τατίας ἀρχιερέων ἐκ προ<γ>ό-
νων κοσμοῦντα καὶ γένει καὶ
ἔργοις καὶ φιλοτειμίαις ἐν παν-
20 τὶ καιρῷ καὶ οἰκιστὴν τῆς πό-
         λεως.
ἐπιμεληθέντος τοῦ ἀ<ν>δριάν-
τος Λεσβίου Φιλώτου καὶ ἀ-
ναστήσαντος τὸν βωμὸν ἐκ τῶν
25 ἰδίων μετὰ Ἀσκληπι․․ου τοῦ
        υἱο<ῦ>.
Search Help