[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — 222-235 AD — IGRR 4.1233
| 1 | ἡ πατρὶς |
| Αὐρηλίαν Ἑρμώνασσαν, τὴν | |
| διὰ βίου ἱέρειαν τῆς Τύχης τῆς | |
| πόλεως καὶ ἑπτάκι πρύτανιν | |
| 5 | μετὰ τοῦ γένους καὶ δὶς ἀρχιέ- |
| ρειαν τῆς τε Ἀσίας καὶ τῆς πατρί- | |
| δος, θυγατέρα Αὐρ. Ἀθηναίου | |
| ἀσιάρχου καὶ νεωκόρου καὶ πρυ- | |
| τάνεως καὶ ῥήτορος, καὶ Φλα. | |
| 10 | Πρεισκίλλης ἀρχιε̣ρείας δὶς τῆς |
| Ἀσίας καὶ πρυτάνεως, γυναῖκα | |
| Αὐρηλίου [Δι]αδόχου ἱππικοῦ, | |
| ἀσιάρχου καὶ ἀρχιερέως κατὰ | |
| τὸν αὐτὸν καιρὸν τῆς πατρί- | |
| 15 | δος καὶ διὰ βίου βουλάρχου, τὴν |
| σώφρονα καὶ φίλανδρον καὶ | |
| φιλόπατριν. |