[ ]
Lyd., N.W. — Thyateira (Akhisar)
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος τῆς |
| λαμπροτάτης καὶ μεγίστης | |
| Θυατειρηνῶν πόλεως ἐτί- | |
| μησεν Αὐρ. Ἀσκληπιάδην | |
| 5 | Μάρκου γραμματεύσαντα |
| βουλῆς δήμου, δεκαπρωτεύ- | |
| σαντα καὶ ὑπὲρ τῶν υἱῶν σειτω- | |
| νήσαντα ἁγνῶς καὶ πολυδα- | |
| πάνως καὶ ὑπὲρ τῶν υἱῶν ἀγο- | |
| 10 | ρανομήσαντα, ἱππαρχήσαν- |
| τα, στρατηγήσαντα, ἀποδέκτην | |
| τῶν πολειτικῶν χρημάτων | |
| καὶ ἄλλας ἀρχὰς καὶ λειτουρ- | |
| γίας ἐκτελέσαντα τῆι γλυκυ- | |
| 15 | τάτηι πατρίδι. |