[ ] Lyd., N.W. — Thyateira (Akhisar) — aft. 199/200 AD
See also:
1               ἀγαθῇ τύχῃ.
[Τ.] Ἀντ(ώνιον) Κλ(αύδιον) Ἀλφ(ῆνον) Ἀρίγνωτον τόν
κράτιστον ἐπίτροπον τοῦ Σεβ(αστοῦ)
ἄρκης Λειβιανῆς, ἔπαρχον εἴλης
5 δευτέρας Φλ(αουίας) Ἀγριππιανῆς, πραιπό-
σιτον εἴλης σιν<γ>λαρίων, χιλίαρχον
σπείρας πρώτης Κιλίκων, πραιπόσιτον
σπείρας πρώτης Γαιτούλων, ἔπαρχον
σπείρας δευτέρας Φλ(αουίας) Νουμίδων, πραι-
10 πόσιτον σπείρης δευτέρας Φλ(αουίας) Βέσσων,
<ἔ>π<α>ρ<χον> ἀνν<ώ>νης θεοῦ Ἀντωνείνου
[καὶ λ]ιμένων Σελευκείας Πει<ε>ρ<ί>ας, ἱππέα Ῥω-
[μ]α<ί>ων τρίβου Κυρείνα, ὑπατικῶν συγγε-
νῆ, υἱὸν καὶ ἔκγονον ἀρχιερέων Ἀσίας,
15 ἀδελφιδοῦν Ἀλφ(ήνου) Ἀπολλιναρίου ἐπὶ κῆν-
σον τοῦ Σεβ(αστοῦ), νεωκόρ<ο>ν τῆς λαμπροτά-
της Κυζικηνῶν μητροπόλεως, λογι-
στὴν Σελευκείας Πειερίας καὶ Ἀλεξαν-
δρείας κατ’ Ἰσ<σὸ>ν καὶ Ῥώ<σ>σου καὶ τῆς
20 [τῶν] Τραιανῶν πόλεως καὶ Τροπησίων
καὶ τῆς <κ>ολωνείας ἐν πάσαις ὑπ<η>ρεσίαις <σ>τρα-
τιωτικαῖς γεγονότα, τὸν ἱερέα τοῦ προ-
πάτορος θεοῦ Τυρίμνου
           οἱ βαφεῖς.
Search Help
Contact Us