[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — 3rd c. AD
1 | [ἐτείμ]ησ[ε]ν ἡ πατρὶς Π. Αἴλιον Αἰλιανὸν |
[ἀ]ν̣αθέντα εἰς τὰ ὕπαιθρα τῶν γυμνασίων̣ | |
τοὺς Ἡρακλέας καὶ εἰς τοῦ προπάτορος | |
Τυρίμνου τὰ περὶ τὸν Γανυμήδην καὶ εἰς | |
5 | τὸ τοῦ μακέλλου τὰ περὶ τὴν Δίρκην καὶ̣ |
εἰς τὸ προάτριον τοῦ μεγάλου γυμνα̣- | |
σίου τὰ περὶ τὸν Βελλεροφόντην, | |
καταλείψαντα τῇ ἱερωτάτῃ βουλῇ (δην.) ͵ϛφʹ | |
πρὸς τὸ δίδοσθαι ἀπὸ τῶν τόκων αὐ̣- | |
10 | τῶν ἑκάστῳ βουλευτῇ καὶ τετειμη- |
μένῳ ἐν τῇ γενεθλίῳ τοῦ ὑοῦ αὐτοῦ | |
Αἰλιανοῦ κατ’ ἔτος #⁵⁶ μη(νὸς) Ξανδικοῦ #⁵⁶ ιηʹ (δην.) αʹ | |
ἐπὶ τοῦ ἀνδριάντος αὐτοῦ. |