[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — 3rd c. AD
| 1 | [ἐτείμ]ησ[ε]ν ἡ πατρὶς Π. Αἴλιον Αἰλιανὸν |
| [ἀ]ν̣αθέντα εἰς τὰ ὕπαιθρα τῶν γυμνασίων̣ | |
| τοὺς Ἡρακλέας καὶ εἰς τοῦ προπάτορος | |
| Τυρίμνου τὰ περὶ τὸν Γανυμήδην καὶ εἰς | |
| 5 | τὸ τοῦ μακέλλου τὰ περὶ τὴν Δίρκην καὶ̣ |
| εἰς τὸ προάτριον τοῦ μεγάλου γυμνα̣- | |
| σίου τὰ περὶ τὸν Βελλεροφόντην, | |
| καταλείψαντα τῇ ἱερωτάτῃ βουλῇ (δην.) ͵ϛφʹ | |
| πρὸς τὸ δίδοσθαι ἀπὸ τῶν τόκων αὐ̣- | |
| 10 | τῶν ἑκάστῳ βουλευτῇ καὶ τετειμη- |
| μένῳ ἐν τῇ γενεθλίῳ τοῦ ὑοῦ αὐτοῦ | |
| Αἰλιανοῦ κατ’ ἔτος #⁵⁶ μη(νὸς) Ξανδικοῦ #⁵⁶ ιηʹ (δην.) αʹ | |
| ἐπὶ τοῦ ἀνδριάντος αὐτοῦ. |