[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — Süleymanlı: Karatepe — 276/5 BC
1 | ἀγαθῆι τύχηι. |
βασιλευόντων Ἀντιόχου | |
καὶ Σελεύκου τοῦ Ἀντιόχου | |
ἑβδόμου καὶ τριακοστοῦ ἔτους, μη- | |
5 | νὸς Ὑπερβερεταίου. Ἀπόλλωνι |
Πιτυαηνῶι εὐξάμενος Ἀργεῖος | |
Φανοκρίτου ἀνέθηκε τὴν στή- | |
λην ὑπέρ τε τῆς αὐτοῦ καὶ τῆς | |
γυναικὸς ὑγιείας καὶ τῆς τοῦ | |
10 | υἱοῦ Φανοκρίτου σωτηρίας, ὅς ἁ- |
λοὺς ὑπὸ τῶν Γαλατῶν ἐσώθη. | |
εἴη οὖν ὁ Ἀπόλλων ἵλεως διὰ | |
παντὸς Ἀργείωι καὶ τῆι γυναι- | |
κὶ αὐτοῦ καὶ ἐγγόνοις καὶ | |
15 | ἀδελφοῖς. |