[ ]
Lyd., N.W. — Attaleia (Selçikli) — Yeniceköy
1 | ἡ βουλὴ καὶ ὁ δῆμος ὁ Ἀτταλεατῶν |
[ἐ]τείμησεν Ἀρτεμίδωρον Ἀρτε- | |
μιδώρου ἥρωα φιλάνθρωπον | |
ἀρετῆς καὶ ἠθῶν ἕνεκεν, | |
5 | κατασκευάσαντος αὐτῷ |
τὸ μνημεῖον Ἀρτεμιδώρου | |
τοῦ Διογένους τοῦ π̣α̣τρὸς | |
καὶ ἑαυτῷ καὶ Ἀπφίᾳ τῇ γυ- | |
ναικὶ καὶ Δ̣ιογένει τῷ υἱῷ | |
10 | ζῶσι καὶ τοῖς ἐκγόνοις. |