[ ] Lyd., N.W. — Attaleia (Selçikli) — Yeniceköy
1 ἡ βουλὴ καὶ ὁ δῆμος ὁ Ἀτταλεατῶν
[ἐ]τείμησεν Ἀρτεμίδωρον Ἀρτε-
μιδώρου ἥρωα φιλάνθρωπον
ἀρετῆς καὶ ἠθῶν ἕνεκεν,
5 κατασκευάσαντος αὐτῷ
τὸ μνημεῖον Ἀρτεμιδώρου
τοῦ Διογένους τοῦ π̣α̣τρὸς
καὶ ἑαυτῷ καὶ Ἀπφίᾳ τῇ γυ-
ναικὶ καὶ Δ̣ιογένει τῷ υἱῷ
10 ζῶσι καὶ τοῖς ἐκγόνοις.
Search Help
Contact Us