[ ]
Lyd., N.W. — Attaleia (Selçikli) — IGRR 4.1167
1 | ἡ βουλὴ [καὶ ὁ δῆ]μος |
ὁ Ἀτταλεατῶν ἐτεί- | |
μησαν Διονύσιον Γλύ- | |
κωνος ἄνδρα φιλόπα- | |
5 | τριν κ(αὶ) εὐεργέτην, με- |
τέχ̣οντα κ(αὶ) τῆς προε- | |
δρίας, ἄρξαντα μεγα- | |
λοπρεπῶς κ(αὶ) ἐνδόξω[ς] | |
ἐξ οἰκείων δαπανημά- | |
10 | των στρατηγίαν τε κ(αὶ) ἱπ- |
παρχίαν κ(αὶ) νομοφυλα- | |
κίαν κ(αὶ) ἀγορανομίαν κ(αὶ) | |
σειτωνία[ν], καθὰ ἡ πατρὶ[ς] | |
ἐψηφίσατο, κ(αὶ) πρυτανεί- | |
15 | αν τῷ πέ[ρ]υσιν ἔτει τὴ̣[ν] |
λαμπροτάτην ἀρχήν. | |
ἀνασταθείσης τῆς τει- | |
μῆς ἐπὶ Μενεκράτους βʹ | |
ἄρχ(οντος) αʹ κ(αὶ) ἱερέως τῶν κυρί- | |
20 | ων αὐτοκρατόρων, γραμ- |
ματεύοντος βουλῆς δή- | |
μου Ἀλυπιανοῦ Ἀλύπη̣- | |
[του(?)]. |