[ ]
Lyd., N.E. — Ioulia Gordos (Gördes) — 12/3 AD
| 1 | ἔ̣τους ϟʹ καὶ ζʹ, μη(νὸς) Περειτίου εʹ ἀπιόντος. |
| ὁ δῆμος ἐτείμησεν Κλέωνα Μενάνδρο[υ] | |
| ἀρετῆς ἕνεκε πάσης, | |
| 3a | {²corona cum duabus taeniis}² |
| 4 | Μηνὰς Κλέωνα τὸν ἄνδρα, Ἀπφιας Κλέωνα |
| 5 | τὸν υἱόν, Μένανδρος καὶ Ἀπφιας τὸν πατέρα, |
| Δημήτριος καὶ Μένανδρος Κλέωνα τὸν ἀδελ- | |
| φόν, Ἀμμιας τὸν γαμβρόν, οἱ περὶ Δίωνα | |
| πενθεριδεῖς τὸν γαμβρόν. | |
| τὸ μνῆμα σπεύσας τελέσαι πατρὸς νέκυος, παροδεῖτα, | |
| 10 | οὐκ εἴδειν ὁ τάλας, ὅτι δεῖ ταχέως με θανόντα |
| ἐν τούτῳ πρῶτον κεῖσθαι τῶν ἄλλων νεώτερον ὄντα | |
| καὶ προλιπεῖν ἄλοχον λυγρὰν καὶ νήπια τέκνα | |
| καὶ ἐν πολλαῖς ὀδύναις τὴν γεννήσασαν ἀφεῖναι. | |
| τῆς πατρίδος δὲ ταγεὶς ἄρχων οὐκ ἔφθασα ζήσας | |
| 15 | καὶ δεῖξαι πᾶσιν, ὅτι ἤμην χρηστὸς ἅπασ[ιν]· |
| τοὔνομα δέ εἰμι Κλέων, ἀτυχέστατος· [ἐστερόμην γάρ], | |
| ὧν ἔσχον ἀγαθῶν καὶ ἡλικίης [ἐρατεινῆς]. |