[ ]
Lyd., N.E. — Ioulia Gordos (Gördes)
| 1 | [εἰ]σ̣ανγιλάντων τῶν στρατηγ̣ῶν [․․․․]- |
| ου τοῦ Ἀσκληπιάδου, Ἀρτεμιδώρου τοῦ | |
| Ἀσκ̣ληπιάδου, Ἡρακλ̣είδου τοῦ Ἀπολω- | |
| νίου κ̣αὶ γραμ̣μ̣ατ̣έως τοῦ δήμου Γαΐου | |
| 5 | Ἰουλ[ί]ου Γα(ΐου) υἱοῦ Θεοδότου. |
| ἐπεὶ Στρατονίκη Διονυ̣σίου, γυνὴ Ἀττά- | |
| λου τοῦ Διονυσίου, ζήσασα σεμνῶς | |
| καὶ ἀν<ελ>ένκτως πρὸς τοὺς ἰδίους φιλαν- | |
| θρωπ̣ότατα διατεθε[ῖ]σα πρός τε τὴν | |
| 10 | θυγατέρα κα̣ὶ τὸν γαμβρόν, πολὺ δὲ ἀρε- |
| τῇ διενένκασα καὶ σωφροσύνῃ γυναι- | |
| κῶν, ὥστε κα[ι]νὸν ὑπογραμμὸν εὑρηκέ- | |
| ναι αὐτὴν οἰκοδεσποσύνης, δεδόχθα[ι] | |
| τῇ βουλῇ διά τε τὴν τῆς κατοιχομένης | |
| 15 | σοφροσύνην {²⁶σωφροσύνην}²⁶ καὶ διὰ τὴν Ἀττάλου τοῦ ἀν- |
| δρὸς αὐτῆς διὰ γένους εἰς τὸν δῆμον σπο[υ]- | |
| δὴ<ν> τιμηθῆναι αὐτὴν εἰκόν[ι] γραπτῇ καὶ | |
| ἀγάλματι μαρμαρίνῳ· ὧν καὶ τὴν ἀνάθε̣[σιν] | |
| γενέσθαι, οὗ ἂν οἱ ἴδιοι αὐτῆς βούλω̣[νται κ]- | |
| 20 | α̣ὶ ἐπιγραφὴν γεν[έσ]θαι, ὅτι ὁ δῆ[μος τει]- |
| [μᾷ] Σ̣τρ̣α̣τ̣[ονίκην ἀρετῆ]ς ἕνεκ̣[εν πάσης]. |