[ ] Lyd., N.E. — Ioulia Gordos (Gördes)
1 [εἰ]σ̣ανγιλάντων τῶν στρατηγ̣ῶν [․․․․]-
ου τοῦ Ἀσκληπιάδου, Ἀρτεμιδώρου τοῦ
Ἀσκ̣ληπιάδου, Ἡρακλ̣είδου τοῦ Ἀπολω-
νίου κ̣αὶ γραμ̣μ̣ατ̣έως τοῦ δήμου Γαΐου
5 Ἰουλ[ί]ου Γα(ΐου) υἱοῦ Θεοδότου.
ἐπεὶ Στρατονίκη Διονυ̣σίου, γυνὴ Ἀττά-
λου τοῦ Διονυσίου, ζήσασα σεμνῶς
καὶ ἀν<ελ>ένκτως πρὸς τοὺς ἰδίους φιλαν-
θρωπ̣ότατα διατεθε[ῖ]σα πρός τε τὴν
10 θυγατέρα κα̣ὶ τὸν γαμβρόν, πολὺ δὲ ἀρε-
τῇ διενένκασα καὶ σωφροσύνῃ γυναι-
κῶν, ὥστε κα[ι]νὸν ὑπογραμμὸν εὑρηκέ-
ναι αὐτὴν οἰκοδεσποσύνης, δεδόχθα[ι]
τῇ βουλῇ διά τε τὴν τῆς κατοιχομένης
15 σοφροσύνην {²⁶σωφροσύνην}²⁶ καὶ διὰ τὴν Ἀττάλου τοῦ ἀν-
δρὸς αὐτῆς διὰ γένους εἰς τὸν δῆμον σπο[υ]-
δὴ<ν> τιμηθῆναι αὐτὴν εἰκόν[ι] γραπτῇ καὶ
ἀγάλματι μαρμαρίνῳ· ὧν καὶ τὴν ἀνάθε̣[σιν]
γενέσθαι, οὗ ἂν οἱ ἴδιοι αὐτῆς βούλω̣[νται κ]-
20 α̣ὶ ἐπιγραφὴν γεν[έσ]θαι, ὅτι ὁ δῆ[μος τει]-
[μᾷ] Σ̣τρ̣α̣τ̣[ονίκην ἀρετῆ]ς ἕνεκ̣[εν πάσης].
Search Help
Contact Us